호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον. καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν. ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα. τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν: ἅμα μὲν οἱο῀ν ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός. οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο. δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου: καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον. καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν. περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δ οὔ. τότε δ οὖν ἡνίχ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα. ταῦτα δ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους. οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλ ἄττα εἰς τοῦτο φέροντα ἦν. ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον. οἱᾶ δ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὡρ´ας. καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους ἀνθρώπων, ὥστ οὐχ οἱό῀ν τ ἦν στέγην εὑρεῖν, ἀλλ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기