- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ε#? 2:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 2:)

καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδ αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν. ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους: τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν. ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν: οὐ γὰρ ὑπήκουεν οὐδείς. ὀψὲ δέ ποτε εὑρ´ομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα. εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι. ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ. γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην. καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἱᾶ εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν: οἵδε γὰρ καὶ δὴ διώκουσι. καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν, αἵ τε θύραι παρέσχον ψόφον.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION