호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε: καὶ Ἀσιάρχης, οἶμαι, προσῆν: δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἰή τοῦ θεοῦ δωρεά. μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται. ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων: οἱ δ ἀπέβαινον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν. ἐγένετο μὲν τοιοῦτός τις ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν: ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν. κἀγὼ γνωρίσας, ἐοίκε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ: ὁ γὰρ Θεόδωρος ἐκεῖθέν μοι τὴν ἀρχὴν ἐγένετο. ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε δὲ οὑτωσί. ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκ ἦν τὸ ἐνύπνιον. ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα δι ἐμαυτοῦ χωρίου προσορῶν τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνατολάς. παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γεγυμνασμένον, οἱᾶ δ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαίζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν, ἔχεις μοι πρὸς θεῶν εἰπεῖν - πάντως δ ἐσμὲν μόνοι - τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀνθρώπους. ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους. καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσέχοντα τὸν νοῦν. ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δ εἱπόμην. καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ: καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν. ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὡρ´αν αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν. ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι. τοῦτο μὲν αὐτὸν Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기