호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί. εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελετῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν: καὶ οὕτω δὴ κατεδησάμην. μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω: καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη. καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰκόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθ ἕκαστον τὸν πόδα, Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου. καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέγραπται. ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπίγραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα. γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀνθρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς. καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε. χρόνῳ δ ὕστερον οὐκ οἶδ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα: βεβαιώσασθαι δ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους: κεκηρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας. κἀνταῦθα εὑρεῖν ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기