호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ. ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ ἰήσεταί σε νοῦσον ἠδ ἀκέσσεται Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν. ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε: οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια: καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη. καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλ ἅμα μὲν τοιαῦτ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δ ἡ γνώμη οὕτω κατεσκευάσθη. ἐκ δ οὖν τῆς Λεβέδου μετ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας. ὃ δ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρ ἐμοῦ προακηκοώς: ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἰή μου, τὸν δὲ στόμαχον ἰῷτο. ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἱᾶ ἐνεδείξατο. οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι: καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἱο῀ν ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기