- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι β#? 16:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 16:)

ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω. τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος. ὡς δ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις. τὰ δ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο. παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ. τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν. καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ. καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος. καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως. καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου. τοσοῦτον δ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἱό῀ς τε ἦν. καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην. ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί. καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION