- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι β#? 6:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 6:)

παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν. οὔτε γὰρ οἱο῀ν ἡδονὴ περιφανὴς ἦν οὔτε κατ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν: οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ. ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα. πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἱο῀ν κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων· ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι· ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη· πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ: ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε. ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας: ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION