- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι β#? 5:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 5:)

ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος - καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων - ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα. καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γ ἂν ἐποιησάμην καὶ καθ ἕκαστα δύνασθαι δι ἀκριβείας διεξελθεῖν. ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἱο῀ν εἰκὸς ἐν τοιούτῳ ἀέρι. ἐπεὶ δ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα: ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας. ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ. ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδ ἀνατρίψασθαι δεηθεὶς, ἱέμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν. ἔπειθ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη. ὡς δ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός. καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη· ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἱο῀ν ἄν τῳ καὶ ἀπ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION