- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι α#? 16:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 16:)

πολλὰ μὲν οὖν καὶ παράδοξα ἐπετάχθημεν: ὧν δὲ ἀπομνημονεύω, δρόμος τέ ἐστιν ὃν ἔδει δραμεῖν ἀνυπόδητον χειμῶνος ὡρ´ᾳ: καὶ πάλιν ἱππασία πραγμάτων ἀπορώτατον. καί τι καὶ τοσοῦτον μέμνημαι: τοῦ γὰρ λιμένος κυμαίνοντος ἐξ ἀνέμου λιβὸς καὶ τῶν πλοίων ταραττομένων, ἔδει διαπλεύσαντα εἰς τὸ ἀντιπέρας μέλιτος καὶ δρυὸς βαλάνων φαγόντα ἐμέσαι, καὶ γίγνεται δὴ κάθαρσις ἐντελής. πάντα δὲ ταῦτα ἐν ἀκμῇ τῆς φλεγμονῆς οὔσης ἐπράττετο καὶ δὴ πρὸς αὐτὸν ἀναχωρούσης τὸν ὀμφαλόν. τέλος δὲ ὁ σωτὴρ σημαίνει τῆς αὐτῆς νυκτὸς ταυτὸν ἐμοί τε καὶ τῷ τροφεῖ, περιῆν γὰρ δὴ τότε ὁ Ζώσιμος, ὥστε ἐγὼ μὲν ἔπεμπον ἐκείνῳ φράσων ἃ εἰρηκὼς εἰή ὁ θεὸς, ὁ δ ἀπήντα φράσων αὐτός μοι ἃ ἀκηκόει τοῦ θεοῦ. ἦν δέ τι φάρμακον οὗ τὰ μὲν καθ ἕκαστα οὐ μέμνημαι, ἁλῶν δὲ ὅτι μετεῖχεν. ὡς δὲ ἐπεπάσαμεν, ἔρρει δὴ ταχὺ τοῦ ὄγκου τὸ πλεῖστον, καὶ ἅμα ἑώ παρῆσαν οἱ ἐπιτήδειοι χαίροντες μετὰ ἀπιστίας. ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο: καὶ ἐδόκει αὐτοῖς νῦν γε δὴ πάντως δεῖν τομῆς, οὐ γὰρ εἶναι ἄλλως εἰς τὸ ἀρχαῖον καταστῆναι. καὶ μετὰ τοῦτό γε ἠξίουν συγχωρῆσαι, πάντως δὲ ἤδη πεπρᾶχθαι τά γε τοῦ θεοῦ. ὁ δ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἱό῀ς τ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι. Ζώσιμος δὲ ἦν οὗτος, ᾧ μεγάλη δωρεὰ γίγνεται παρὰ τοῦ θεοῦ χρόνῳ ὕστερον: ἔσχε δὲ οὑτωσί. ἀπῄειμεν διὰ Μυσίας εἰς Πέργαμον, ἐπισχόντος δὲ ὀνείρατος καθ ὁδὸν ἔμεινα ἡμέρας πλείους, συνεχῶς τῆς αὐτῆς ὄψεως γιγνομένης.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION