- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι α#? 13:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 13:)

ἐνταῦθα δὴ σαφῶς ἐδηλοῦτο ἐπισχεῖν. τοῦτο μὲν γὰρ περὶ ἑσπέραν ποι κεκινῆσθαι καὶ μεταγιγνώσκειν καὶ φάσκειν ὅτι ἀδύνατον εἰή Ἀδριανοῦ θήρας κατατυχεῖν, τοῦτο δὲ ἐδόκουν ἀπὸ Ἀδριανοῦ θήρας τινὰ ἐλθεῖν, βιβλίον τι κομίζοντα τῶν Μενάνδρου, καὶ λέγειν ὅτι πηλός τε εἰή ἀμήχανος καὶ τέλμα καὶ ἀνύσαι ἀδύνατον. πάλιν δὲ ὑείν τε ἔδοξα καὶ προσελθόντα μοι τινὰ λέγειν ὡς ἄρα τῶν ἀντιδίκων τις εἰή ἐν Ἀδριανοῦ θήρᾳ καὶ δέοι κατιέναι ὥστε τι πρᾶξαι. καὶ τί, φάναι, πλέον τοῦ θεοῦ μένειν προειρηκότος· τοῦτο καὶ αὖθις ἔδοξα πρός τινας λέγειν καὶ τὸ πᾶν οὕτω λαμβάνειν, ὅτι ἐπειδὴ δυσχερέστερον εἶχον πρὸς τὴν μονὴν, ἔξοδον προὔδειξεν ὁ θεὸς, βουλόμενος μεταβαλεῖν μου τὴν γνώμην, ἵνα ἥδιον μένοιμι. ἐνῆν δὲ καὶ ἀλουσίας σύμβολα. καὶ ἐπεγένετο ὑετὸς καὶ χειμὼν ἀμήχανος ἐξ ἑσπέρας. τῇ δ ὑστεραίᾳ ἀλουσία καὶ ἔμετος τροφῆς ἦν. καὶ ἐπειδὴ ἤμεσα, ἐγὼ μὲν οὕτως εἶχον ὥστε ἀγαπᾶν εἰ ἐξαρκέσαιμι εἰς τὴν ἐπιοῦσαν. τῇ δ ἐπιούσῃ ἀσιτία ἐπετάχθη, ἐπετάχθη δὲ οὕτως: ἐδόκουν εἶναι ἐν Σμύρνῃ, πᾶσαν ἀπιστίαν ἀπιστῶν τοῖς φανεροῖς καὶ ὁρωμένοις, διὰ τὸ μὴ συνειδέναι ἐμαυτῷ ὁδοιπορήσαντι. παρατίθεσθαι δέ μοι σῦκα: ἔπειτα παρόντα Κόρον τὸν μάντιν δεῖξαι ὅτι ἐνείη φάρμακον τῶν ἐφημέρων: ἐκ δὲ τούτου ὑποψίας τε μεστὸς γενέσθαι καὶ κατὰ σπουδὴν ἐμεῖν καὶ ἅμα ἐνθυμεῖσθαι, τί δὲ εἰ μὴ ἀκριβῶς ἐξεμέσαιμι· ἔπειτα φάναι τινὰ ὅτι καὶ ἐν ἄλλῳ τῳ τῶν σύκων ἐνείη τοῦ φαρμάκου: ἔτι οὖν μειζόνως ἀπορεῖν καὶ ἀσχάλλειν ὅτι οὐ θᾶττον ἤκουσα. τούτων ὀφθέντων ὑπενόησα μὲν ἀσιτίαν δηλοῦσθαι, εἰ δὲ μὴ, ἀλλ ᾑρούμην γε. ἐδεόμην δὲ τοῦ θεοῦ σημῆναι σαφέστερον ὁπότερα λέγοι, ἀσιτίαν ἢ ἔμετον. ἐπικατέδαρθόν τε δὴ καὶ ἔδοξα εἶναι πρὸς τῷ ἱερῷ τῷ ἐν Περγάμῳ, καὶ ἤδη τε μέσην ἡμέραν ἐξήκειν, ἀσιτίας οὔσης μοι, καὶ Θεόδοτον ἐπελθεῖν μετὰ δή τινων φίλων, εἰσελθόντα δὲ παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION