- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι α#? 12:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 12:)

μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτ ἐποίει αὐτός: ἐμὲ δ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἱο῀ν κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἱᾶ δὴ καὶ χάριν εἰδώς: ἔπειτ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου: ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἰή καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν: λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύ ἀνθ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἱό῀ν τι εἰήν πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι: ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου. ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς Πέργαμον διὰ τὰ πρόσθεν ὀνείρατα:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION