호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω: καὶ ἡ λαμπὰς ἤρθη. ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι. κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἰήν ὁ τοῦ Ἀσκληπιοῦ: τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί: καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ: ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ: καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ: καί τι καὶ τυγχάνειν παρ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου: λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἰάμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기