- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι α#? 6:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 6:)

μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἰή, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι - πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν· - οὕτω δὴ συνθέσθαι εἰς ὡρ´αν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὀ`ν κινεῖσθαι: ἐπεὶ δὲ ἀφίκετο ἡ ὡρ´α, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά· δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἱᾶ δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὑρ῀ον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION