- 텍스트

Aristides, Aelius, Orationes, Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ? 5:

(아리스티데스, 아일리오스, 연설, Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ 5:)

τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι: ἀλλ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν: οὐδ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι. φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν: ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἱο῀ν πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς: ἃ νῦν ἀπέραντον ἂν εἰή καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως: ἀλλ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο· οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως· ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα· ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION