호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόδες μὲν ἐπ ἠιόνων καὶ λιμένων καὶ ἀλσῶν ἐρειδόμενοι, μεσότης δὲ ἴσον τοῦ πεδίου τε ὑπεραίρουσα καὶ τῶν ἄνωθεν ἀπολείπουσα, ἐσχατιὰ δὲ μεσημβρινὴ κατὰ μικρὸν ὑψουμένη, δι ὁμοίου τοῦ παντὸς λάθρα λήγουσα εἰς ἀκρόπολιν, σκοπιὰν τῆς τε θαλάττης καὶ τῆς πόλεως ἔχουσαν. τὸ δὲ οὔτε λόγῳ ῥητὸν οὔτε ὄψει βεβαίως καταληπτὸν, ἀλλ ἐκφεῦγον οὐκ οἶδ ὅπως, ἐπιθυμίαν δὲ τοῦ συλλαβεῖν αὐτὸ παριστὰν ἀεὶ δή ποτε τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος: οὐ διαφθεῖρον τὰς ὄψεις, ὡς ἔφη Σαπφὼ, ἀλλ αὖξον καὶ τρέφον καὶ ἄρδον ἅμα εὐθυμίᾳ: ὑακινθίνῳ μὲν ἄνθει οὐδαμῶς ὅμοιον, ἀλλ οἱο῀ν οὐδὲν πώποτε γῆ καὶ ἥλιος ἀνθρώποις ἔφηναν. ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δ ἀωρίαν, περιῆν ἀφ ὅτου τις ἀεὶ θεωροίη. νῦν δὴ τὸ κάλλιστον εἶδος παρέσται δοκεῖν, τοῦτο μὲν ἐξαίφνης ἐκφανὴς ἐγγιγνομένη, τοῦτο δὲ ἀπαντικρὺ γιγνομένῳ, τοῦτο δ ἐκ προαστείων, ἐκ πορθμῶν, ἐκ πελάγους, ἐκ γῆς, ἐκ θαλάττης. ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις· τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον· ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθ ἕκαστον πλαίσιον, ἀντ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε· ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα. ποῖαι πηγαὶ δακρύων ἱκαναὶ τοσούτῳ κακῷ· ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν, πάντων τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기