호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός: ἡ δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδ εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δ ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος δι ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλ ἐνταῦθα γὰρ δὴ καὶ Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί: ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ αὐτὴ ἡ γῆ: πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν δι ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα: οἱό῀ν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὡρ´ᾳ ἔτους τερπομένους, ἅτε καὶ τοὺς μουσικωτάτους τῶν θεῶν ἑαυτοῦ πολίτας τε καὶ ἐνοίκους ἔχων Ἀπόλλω τε καὶ Ἄρτεμιν, οὓς ὁ πάντων πατὴρ Ζεὺς ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης ἔφυσεν, ἵν εἰε῀ν τέλειοι τὴν μουσικὴν, καὶ τὴν Λητὼ διὰ τριῶν ἑτέρων νήσων ἤγαγεν εἰς μέσην ἐν μέσῳ τῷ Αἰγαίῳ τὴν Δῆλον, Ἀθηνᾶν ἡγεμόνα ποιησάμενος αὐτῇ τῆς ὁδοῦ. δῆλον δὲ καὶ παντὶ τοῦ πελάγους τὸ φύσει μουσικὸν, ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν ὥσπερ ἄλλον τινὰ χορὸν τὸν τῶν νήσων, αἳ διειληφυῖαι τὸ πέλαγος πολλαὶ πρὸς ἀλλήλας κεκλιμέναι παντὸς κύκλου διθυραμβικοῦ θέαμα ἱερώτερον ναύταις τε καὶ ἐπιβάταις φαίνονται, κινδύνων τε παραψυχὴ καὶ κατὰ νοῦν ἰόντος πλοῦ ψυχαγωγία θαυμαστή. πᾶσαι γὰρ ἀλλήλων ἔξω τε καὶ μέσαι εἰσὶν, ὥσπερ ὅταν θέρους ὡρ´ᾳ καὶ πρὶν ζέφυρον κατιέναι πλοῖα κατ ἰχθύων θήραν σαλεύῃ πολλὰ, καὶ παρελθόντι εἴσω τά τε ἐκ πρύμνης καὶ τὰ ἐκ πρῴρας καὶ τοῖχος ἑκάτερος πάντα ὁμοίως εἰς νῆσον τελευτᾷ, ὥστε ἀπορῆσαι τὴν πρώτην ὅπη καὶ χρὴ διεξελθεῖν. ὅπερ δὲ τὰ ἐπιβοηθοῦντα σκάφη, τοῦτο αὗται ποιοῦσιν αἱ νῆσοι τοῖς χειμαζομένοις, ἀπαντῶσιν οἱο῀ν χεῖρα ὀρέγουσαι καὶ καλοῦσαι παρ αὑτάς. τοιαῦτα τοῦ Αἰγαίου τὰ φιλοτεχνήματα, ἀναμίξαντος ὁμοῦ τῷ πελάγει τὴν γῆν, ὥσπερ αἱ στικταί τε ἔλαφοι καὶ τῶν παρδαλέων δοραὶ τὰς χρόας καὶ τοὺς κύκλους ἀναμὶξ ἔχουσιν, οἷσπερ περιλάμπεται μὲν αἴγλῃ πᾶσα ἡ ταύτῃ θάλαττα, ἀπολείπονται δὲ λειμῶνες ἐν ἠπείροις ἀνθῶν κατάπλεῳ, καὶ ὅ τις ἄλλο ἐπινοήσειε ταύτης τῆς ὡρ´ας καὶ τούτων τῶν ποικιλμάτων:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기