- 텍스트

Aristides, Aelius, Orationes, Σμυρναϊκὸς πολιτικός? 4:

(아리스티데스, 아일리오스, 연설, Σμυρναϊκὸς πολιτικός 4:)

ἕλκει γὰρ ἐφ ἑαυτὸ ἕκαστον ὥσπερ ἐν ὁρ´μῳ ποικίλῳ. κατιόντα δὲ ἀπὸ τῆς ἀκροπόλεως τὰ ἑῷα ἐκδέχεται, ναῶν τε ὁ κάλλιστος αὖθις τῆς εἰληχυίας θεοῦ τὴν πόλιν, καὶ τὰ ἐπὶ τούτοις ἔργον καὶ πρεσβύτῃ μνησθῆναι κοσμίως. πάντα γὰρ ἤδη μέχρι τῆς παραλίας καταλάμπεται γυμνασίοις, ἀγοραῖς, θεάτροις, περιβόλοις, λιμέσι, κάλλεσιν αὐτοφυέσι καὶ χειροποιήτοις ἁμιλλωμένοις. ἀργὸν δὲ οὐδέν ἐστι θεάματος οὐδὲ χρείας. λουτρὰ μέν γε τοσαῦτα ὥστε ἀπορήσαις ἂν οὗ λούσαιο, δρόμοι δὲ ἁπάσης ἰδέας, οἱ μὲν ἐν βάθει τῆς πόλεως, οἱ δ ἐπὶ τέρμασιν, ἄλλος ἄλλον κωλύων τὸν κάλλιστον εἶναι, κρῆναι δὲ καὶ πηγαὶ κατ οἰκίας τε καὶ πλείους ἢ κατ οἰκίαν, καὶ στενωποὶ ἀντ ἀγορῶν καὶ στενωποὶ τέτραχα σχίζοντες ἀλλήλους εἰς ὑποδοχὴν τοῦ ἡλίου, μικροῦ δέω λέγειν ὃ πρόσθεν ἠρνούμην, πολλὰς πόλεις ποιοῦντες τῇ περιγραφῇ, μίμημα τῆς πάσης ἑκάστην. αὖραι δὲ ἠριναί τε καὶ θεριναὶ λιγυρώτεραι τῶν παρὰ ποιηταῖς ἀηδόνων καὶ τεττίγων, ἄλλαι δι ἄλλων διᾴττουσαι τόπων ἅπασαν τὴν πόλιν ἀντὶ ἄλσους καθιστᾶσι. ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι· ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον. θυμηδίαι δὲ αὐτὴν οὔποτε λείπουσιν, οὐδ ὅσαι Μοῦσαι πόλεις ἀνθρώπων ἐπέρχονται οὐδεμία ἐξοικεῖ. πολλὴ μὲν γὰρ ἡ ἐγχώριος, πολλὴ δὲ ἡ ἔπηλυς: φαίης ἂν ἑστίαν εἶναι τῆς ἠπείρου παιδείας ἕνεκα. θεάτρων τε πάντων κατά τε ἀγῶνας καὶ τὰς ἄλλας ἐπιδείξεις ἀμύθητος ἡ ἀφθονία. πρὸς δὲ τούτοις χειρῶν ἔργα παντοῖα καὶ φορὰ γῆς καὶ θαλάττης ἐφάμιλλος. συνελόντι δ εἰπεῖν, ἑκατέρῳ τῷ ἔθνει μία δὴ πόλις αὕτη μετριωτάτη, ὅσοι τε ἐπὶ ῥᾳστώνης τὸν βίον διανύσαι προείλοντο καὶ ὅσοι φιλοσοφεῖν ἀδόλως ἀξιοῦσιν. ἀντιπάλους γὰρ τῶν πόνων τὰς ἀναπαύσεις ἔχουσιν, ὥστε οὐ κάμνουσιν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION