호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἱο῀ν ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο. τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι: καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότ ἐπ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ δι ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα: πρόκειται δ ἐν μέσῳ πᾶσι πάντα: ξένος δ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기