호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφ ἁμαξῶν περιῄεσαν, ἀλλ ἐφ ἁρμαμαξῶν: νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὁρ´κους ὡς πλείστους ψεύσασθαι: ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί: ἔδει δὲ ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기