- 텍스트

Aristides, Aelius, Orationes, Παναθηναϊκός? 85:

(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 85:)

εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἐοίκε, τῶν μεγίστων ἐπίστανται, ἀλλ ἐκπέφευγεν αὐτοὺς ἀφ ὧν ἡ πόλις γνωρίζεται: εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἐοίκεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω: προσκείσθω γάρ. ὅταν δ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τ εἰ μηδ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν: οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα: οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον ἠγνοήκασι, τὴν φύσιν αὐτῆς· ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ αὐτὸν τὸν τῆς ἰσότητος νόμον: εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα· ὅλως γὰρ οὐδὲν τούτων ἀπὸ τοῦ ἴσου γίγνεται.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION