- 텍스트

Aristides, Aelius, Orationes, Παναθηναϊκός? 79:

(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 79:)

καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον: ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν: οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλ οὐ πᾶν τοὐναντίον· πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι: οἱ δ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἱά περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν: ἀλλ ὅμως οὐδ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις μὲν γὰρ οἶμαι παρ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION