호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀεὶ μὲν οὖν ἔγωγ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν: ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δ οὐ κοσμοῦσιν, ὡς οἰόνται. ἀλλ, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται: μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν: ὑμᾶς δ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν: ὥστ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται. οὐ μὴν ἀλλ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλ εὐθὺς ἐγκλίναντες: ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ: ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων, ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ: αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν. καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπ Ἀργινούσαις ὅσαις οὐδ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι δ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기