- 텍스트

Aristides, Aelius, Orationes, Παναθηναϊκός? 69:

(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 69:)

αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλ ὡς ἐφ ἑρ´μαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δ, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν· οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION