- 텍스트

Aristides, Aelius, Orationes, Παναθηναϊκός? 30:

(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 30:)

ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γ ἂν ἤρκει καὶ μόνα· τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ: τοσοῦτον περιῆν τῇ πόλει: ἀλλ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλ εἰκότως καὶ μετ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵν αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος, ἀλλ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ιὤνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION