- 텍스트

Aristides, Aelius, Orationes, Παναθηναϊκός? 27:

(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 27:)

ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, ὃ τῷ μὲν ἀκοῦσαι καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδ οἱᾶ βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς Ἀθηναίων δεομένας αὐτὰς ἐφ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος: ὥστ ἄμφω τὼ γένη δι ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION