호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἐοίκα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν: οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς. ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον: ἕτερον δ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기