호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν τῆς χώρας ἐχούσης, τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν, πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο: οὕτω γὰρ παντάπασιν ἡ ψυχὴ προκαθαίρεται καὶ μετέωρος καὶ κούφη γίγνεται καὶ σφόδρα τῶν Ἀθηνῶν τῆς θέας ἐν παρασκευῇ, ὥσπερ ἐν ἱεροῖς προτελουμένη. ἐπίδηλον δὲ καὶ τοῖς ὀφθαλμοῖς πλέον τοῦ συνήθους τὸ φῶς ἐγγιγνόμενον, ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς ἔτι τῇ χώρᾳ προσαγόντων. ὥστε ἐοίκεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα καὶ χορείαν ἐξελίττειν, οὐ πλοῦν ἀνύτειν δόξαις ἂν, οἱᾶ τὴν ναῦν ἀεὶ κύκλῳ περιίσταται κάλλη παντοδαπὰ ἄγοντα μετ εὐθυμίας ἐπὶ τὴν Ἀττικήν. τοῖς δ ὁρωμένοις συμβαίνει καὶ τὰ λεγόμενα, οἷς οὐκ ἔνεστιν ἀπιστεῖν: πάντα γὰρ ἑξῆς ὁμοίως ἔχει. Λητώ τε γὰρ, εἰ καὶ μικρὸν ὕστερον ἁρμόσει περὶ τῶν θείων διηγεῖσθαι, λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἑώ τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεοὺς τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기