- 텍스트

Aristides, Aelius, Orationes, Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος? 9:

(아리스티데스, 아일리오스, 연설, Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος 9:)

ὦ σχῆμα κάλλιστον. ἔπειτα καὶ ἡ ζημία τοσούτῳ μείζων ὅσῳ μεῖζον καὶ σπανιώτερον τὸ ἑρ´μαιον ἄνδρα ἐν τούτῳ γήρως ἰδεῖν οὕτω τοῖς πᾶσι πράττοντα, καὶ διὰ πάντων σώζοντα τὴν ἕξιν ὑγιείας, μνήμης, συνέσεως, φαιδρότητος, τῶν ἄλλων. ὦ τῶν Ἑλλήνων πρεσβύτατε. ὦ διὰ βίου θαυμασθείς. ὦ ποθεινὸς μὲν τοῖς ἐντυχοῦσι, ποθεινὸς δὲ τοῖς ἄλλοις ἐντυχεῖν, μακαριστὸς δὲ καὶ τῆς τελευτῆς ἧς πυνθανόμεθα, ὃς οὐκ ἐν νόσοις ἀναλωθεὶς οὐδὲ ὀδύναις πληγεὶς, ἀλλὰ διημερεύσας ἐν τοῖς εἰωθόσιν, ὥσπερ κληθεὶς ὑπὸ τοῦ δαίμονος μεθῆκας ἐπὶ τῷ βιβλίῳ τὴν ψυχὴν, καὶ κατ ἐπωνυμίαν ἐτελεύτησας τὸν βίον, ὥσπερ οἵ τι ἄλλο ἐξειργασμένοι δι ἀκριβείας εἰς τέλος, ἅπασαν δὴ τὴν πορείαν τοῦ βίου διεξελθὼν καὶ τὰ σαυτοῦ πράξας εἰς τὸ ἔσχατον τῆς δυνάμεως. εἰ δὲ ἀληθεῖς οἱ Πινδάρου λόγοι καὶ Πλάτωνος καὶ παντὸς τοῦ περὶ Ἀλέξανδρον ἐργαστηρίου καὶ διατριβαί τινές εἰσι τῶν ἐν Αἵδου, ἦ που νῦν ποιητῶν τε χοροὺς εἰκὸς ἵστασθαι περὶ ἐκεῖνον ἀρχομένων ἀπὸ Ὁμήρου τὴν δεξιὰν προτεινόντων καὶ λογοποιῶν καὶ συγγραφέων καὶ ἁπάντων ὡς αὑτὸν ἑκάστου καλοῦντος καὶ μεθ αὑτοῦ σκηνοῦσθαι κελεύοντος, ταινιούντων, ἀναδούντων, καὶ οὐ δή τοι μετὰ κρίσεώς τε καὶ ἀμφισβητήσεως πρὸς ἕτερον, ἀλλ ἀπὸ τῆς πρώτης βοῆς: οἶμαι δὲ οὐδὲ καταβήσεσθαι πολλῶν ἐτῶν κεφαλὴν ἀξιόχρεω πρὸς τοῦτον ἀγωνίσασθαι, ἀλλ εἶναι διηνεκῆ τὸν θρόνον αὐτοῦ ὡς ἀρίστου κήρυκος τῶν Ἑλλήνων καὶ προηγητοῦ. μηδεὶς δ ὑμῶν νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν. οὐ μὴν οὐδὲ δάκνεσθαί γε ἐπὶ τῷ ἀνδρὶ ἔγκλημα, οὐδ εἰ τηλικοῦτος ὢν οἴχεται: μάλιστα μὲν γὰρ οὐ τὰ νεώτατα εἰκὸς ἀσπάζεσθαι, ἀλλὰ τὰ σπουδαιότατα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION