호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστείδησ τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν. εἰκὸσ μὲν ἦν καὶ ἀπὸ πάσησ τῆσ Ἑλλάδοσ ὡσ ὑμᾶσ ἰέναι συναχθεσθησομένουσ ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντασ ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον· ἐγὼ δ’ οὖν πέμπων καὶ τάττων ἐμαυτὸν εἰσ τοὺσ οἰκεῖον τὸ συμβεβηκὸσ νομίζοντασ οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ. ὅσα γὰρ νομίζεται κατ’ ἀνθρώπουσ καλὰ καὶ ἔντιμα ὀνόματα καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροισ αἰδέσιμα, οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼσ ἦν ἐμοί. ἀλλὰ καὶ τραφεὶσ ὑπ’ ἐκείνῳ καὶ παιδευθεὶσ καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ ταῦτα κοινωνήσασ πάντων διὰ σπουδῆσ, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντ’ εἶχον καλεῖν. μέγιστον δ’ ἦν ἡμῖν πρὸσ ἀλλήλουσ ὅτι ἴσον φρονῆσαι ἐπ’ ἀλλήλοισ εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενοσ, ὁ δ’ ἐν οἰκείασ δόξησ μέρει τὸ καθ’ ἡμᾶσ τιθέμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기