- 텍스트

Aristides, Aelius, Orationes, Ἀπελλᾶ γενεθλιακός? 7:

(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 7:)

οἱᾶ γὰρ οἱᾶ ταυτηνὶ τὴν μακαρίαν ἡμέραν καὶ θεοῖς κεχαρισμένην ἑτέρα μετ οὐ πολὺ διαδέξεται, δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν: ἥ τε γὰρ παροῦσά σοι τῆς γενέσεως ἀρχὴ μέγιστον ἀγαθὸν ἐπάγουσα τὸν ἐνιαυτὸν ἐξ ἀρχῆς εἰς τέλος, ἥ τε αὐτίκα διαδεξομένη ταύτην ἑτέρα πάλιν ἀρχὴ, καὶ ταῦθ ἑνὸς ὄντος ἔτους καὶ ταὐτοῦ, καθέστηκε, τὸ πατρῷόν σοι προγονικὸν ἐπὶ χρηστῇ τύχῃ τροφεῖον ἀποδιδοῦσα. καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς τὴν ἐπὶ παίδων νενομισμένην τιμὴν ἐπὶ τοῖς τῶν ἱερῶν Ἀσκληπείων ἄθλοις ἀποδοῦναί σοι πατρόθεν, ὡς πολλάκις εἴρηται, καὶ τῶν ἄνωθεν πρὸς τοῦ πατρὸς εἰς σὲ καθηκουσῶν, ὥσθ ἅμα τε πεπληρωκέναι πᾶν ὅσον ἦν θέμις καὶ μεταβαίνοντα λοιπὸν ἐκ παίδων εἰς ἄνδρας, ᾗπερ οὖν ὁ βασίλειος τάττει νόμος, ἀποδεδόσθαι λοιπὸν ἤδη ταῖς ἐκ τοῦ βασιλέως εἰς σὲ τιμαῖς, ἃς τοῖς τηλικούτοις ἀνδρουμένοις ἤδη νέμει. πάντως οὐ πόρρω μαντικῆς ἡμῖν ἐστιν Ἀπόλλων, ὅσον χρησταὶ μὲν ἐλπίδες ἐκεῖναι, χρησταὶ δὲ αἱ νῦν εἰς ὀφθαλμοὺς ἡμῖν αὐτίκα ἥξουσαι. ἐγὼ μέν γε ἤδη τινὸς κουφότητος αἰσθάνεσθαί μοι δοκῶ, καθάπερ Διομήδης Ὁμήρῳ πεποίηται πρὸς τῆς Ἀθηνᾶς ἐλαφρός τε ὁμοῦ τὰ μέλη καὶ καθαρὸς τὰς ὄψεις, καὶ κατέχειν ἐμαυτὸν ὑπ εὐφροσύνης οὐκ ἔχω. καλοὶ μὲν γὰρ καὶ κοσμεῖν ἴσως ἁρμόττοντες καὶ οἱ παρελθόντες ἤδη σοι τῆς γενέσεως ἐνιαυτοὶ δηλοῦν ἅπαντα τὰ σοὶ προσόντα, πολὺ δέ μοι δοκεῖ καλλίων ἐκείνων ὅδε ὁ νυνὶ παρὼν εἶναι, μόνον τῶν μετ αὐτὸν ἡττησόμενος, τὰ δ ἄλλα τοὺς ἐξήκοντας ἤδη νικῶν: ἐν ᾧ σε προσβλέψομεν οἰκεῖοί τε καὶ συγγενεῖς καὶ διδάσκαλοι καὶ ἡλικιῶται καὶ πᾶν φίλιον γένος ἡδίω προσβάλλοντα τὴν ὄψιν ἀπὸ τῆς ἁλουργίδος τῆς ἱερᾶς τοῦ σωτῆρος, πρέποντά τε τῇ ὡρ´ᾳ τοῦ ἔτους τὴν τῆς ἡλικίας ὡρ´αν ἀτεχνῶς ἀστέρι ὀπωρινῷ ἐναλίγκιον καὶ κατ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION