호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγω δ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι: προϊὼν δ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην. καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρ οὐδενὸς αὐτὴν ἐκμαθών. τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα. τί δ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν. ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσας ὅσον αὐτός τε ἐβούλετο καὶ τοῦ γένους ἡ πρόσθεν ἀπῄτει τάξις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기