- 텍스트

Aristides, Aelius, Orationes, Ἀπελλᾶ γενεθλιακός? 5:

(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 5:)

τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἱάν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι. θεωρείτω δ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον: οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα. χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν. οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι κινούμενον ἤδη τὸν γέλωτα. οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται: δείγματα δ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς. πειθὼ δ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος· οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς. συνελόντι δ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται. εἰ δὲ ὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἰέσθαι τοῦθ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἱο῀ν τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION