- 텍스트

Aristides, Aelius, Orationes, Εἰς βασιλέα [σπ.]? 11:

(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 11:)

ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι. καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται. ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἰέται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους. καὶ μὴν οὐδ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος. ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους: πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι: ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτ ἂν ταύτης κατάστασις· οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις, πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION