호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται. οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδ ὀρνύμεν ὅν κ ἐθέλῃσιν: οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίου φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι. μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθ ἕκαστα ἐξηγουμένων. ἐμοὶ δ ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον. οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλ ἐφ ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπ ἄλλοις. καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθ ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλ ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδ ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερ ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι: τοσαῦτα γίγνεται. εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἱο῀ν οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν: πάντως γὰρ αὐτῷ δεήσει. ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα. καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ. πάντως οὐ δέος μὴ ψευσώμεθα. ὃ δ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기