호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὕμνουσ δὲ οὐχ ἡγούμεθα δεῖν κατὰ τοῦτον τὸν τρόπον ποιεῖν. πότερον οἱ μὲν ποιηταὶ χρῄζουσι τῶν θεῶν, ἡμεῖσ δὲ ὃ μὴ θέμισ εἰπεῖν; ἀλλὰ μὴν τοῦτό γε καὶ παρ’ αὐτῶν τῶν ποιητῶν μαρτυρεῖται, ὅτι πάντεσ δὲ θεῶν χατέουσ’ ἄνθρωποι. πάντασ οὖν καὶ τιμᾶν αὐτοὺσ εἰκὸσ ἀπὸ τῆσ ὑπαρχούσησ ἑκάστοισ δυνάμεωσ. ἀλλ’ οἱ ποιηταὶ μόνοι θεοφιλεῖσ εἰσι καὶ παρὰ τούτων οἱ θεοὶ ἥδιστα δέχονται τὰ δῶρα; τί οὖν οὐ καὶ ἱερέασ τῶν θεῶν μόνουσ τοὺσ ποιητὰσ ἐποιήσαμεν; ἀλλ’ ὅτι νὴ Δία καὶ οἱ προφῆται τῶν θεῶν ὁπόσοι μαντικοὶ μέτρῳ σημαίνουσιν ἃ χρὴ ποιεῖν; τὰ δέ γε πλείω νὴ Δία χωρὶσ μέτρου ἡ πρόμαντισ αὐτὴ ἡ ἐν Δελφοῖσ, αἱ ἐν Δωδώνῃ ἱέρειαι, Τροφώνιοσ, τὰ ἐξ Ἀσκληπιοῦ καὶ Σαράπιδοσ ὀνείρατα. ἀλλὰ μὴν κατὰ φύσιν γε μᾶλλόν ἐστιν ἀνθρώπῳ πεζῷ λόγῳ χρῆσθαι, ὥσπερ γε καὶ βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기