- 텍스트

Aristides, Aelius, Orationes, Εἰς τὸν Σάραπιν? 2:

(아리스티데스, 아일리오스, 연설, Εἰς τὸν Σάραπιν 2:)

ὕμνους δὲ οὐχ ἡγούμεθα δεῖν κατὰ τοῦτον τὸν τρόπον ποιεῖν. πότερον οἱ μὲν ποιηταὶ χρῄζουσι τῶν θεῶν, ἡμεῖς δὲ ὃ μὴ θέμις εἰπεῖν· ἀλλὰ μὴν τοῦτό γε καὶ παρ αὐτῶν τῶν ποιητῶν μαρτυρεῖται, ὅτι πάντες δὲ θεῶν χατέους ἄνθρωποι. πάντας οὖν καὶ τιμᾶν αὐτοὺς εἰκὸς ἀπὸ τῆς ὑπαρχούσης ἑκάστοις δυνάμεως. ἀλλ οἱ ποιηταὶ μόνοι θεοφιλεῖς εἰσι καὶ παρὰ τούτων οἱ θεοὶ ἥδιστα δέχονται τὰ δῶρα· τί οὖν οὐ καὶ ἱερέας τῶν θεῶν μόνους τοὺς ποιητὰς ἐποιήσαμεν· ἀλλ ὅτι νὴ Δία καὶ οἱ προφῆται τῶν θεῶν ὁπόσοι μαντικοὶ μέτρῳ σημαίνουσιν ἃ χρὴ ποιεῖν· τὰ δέ γε πλείω νὴ Δία χωρὶς μέτρου ἡ πρόμαντις αὐτὴ ἡ ἐν Δελφοῖς, αἱ ἐν Δωδώνῃ ἱέρειαι, Τροφώνιος, τὰ ἐξ Ἀσκληπιοῦ καὶ Σαράπιδος ὀνείρατα. ἀλλὰ μὴν κατὰ φύσιν γε μᾶλλόν ἐστιν ἀνθρώπῳ πεζῷ λόγῳ χρῆσθαι, ὥσπερ γε καὶ βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION