호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν οἱ μὲν καρτερήσεις ἑαυτῶν διηγοῦνται καὶ ὅσα καὶ οἱᾶ ὑπέμειναν τοῦ θεοῦ καθηγουμένου, οἱ δὲ ὡς ῥᾳστώνην εὑρ´οντο ὧν ἐδέοντο. ἡμῖν δὲ πλεῖστα μὲν δή που κεκαρτέρηται κατὰ πολλοὺς καὶ παντοδαποὺς τρόπους, τὰ δὲ πάνυ κούφως ἐν ἡδονῇ γεγένηται, ὡς μηδαμοῦ τοὺς τρυφῶντας ἂν εἶναι, εἰ βούλοιο ἀντεξετάζειν. καὶ τὰς μὲν ἄλλας ἂν ἔχων εἰπεῖν πόλεις Ἀσίας καὶ Εὐρώπης καὶ τὰς περὶ ταύτας ὁμιλίας καὶ συνευφραινομένων ὡς ἐπ οἰκείοις ἀγαθοῖς, πῶς οὐκ ἐπέκεινα τρυφῆς θήσομαι· τί δ ἂν εἴποις θορύβους ἐν βουλευτηρίοις καὶ σπουδὰς ἔξω παραδείγματος, τὸ δὲ καὶ πρὶν εἰπεῖν ὁτιοῦν πεπιστεῦσθαι προέχειν· ἆρ οὐ θεία τις χάρις καὶ τὰ πρῶτα τῆς ῥᾳστώνης ἔχουσα· φαίην ἂν ἔγωγε, εἴπερ εἰή μεμνῆσθαι τῶν κρειττόνων. ἤδη τοίνυν τινῶν ἤκουσα λεγόντων ὡς αὐτοῖς πλέουσι καὶ θορυβουμένοις φανεὶς ὁ θεὸς χεῖρα ὤρεξεν. ἕτεροι δέ γε φήσουσιν ὡς πράγματα ἄττα κατώρθωσαν ὑποθήκαις ἀκολουθήσαντες τοῦ θεοῦ. οὐδὲ ταῦτα ἀκούειν μᾶλλον ἢ λέγειν ἔχομεν πεπειραμένοι. ὅσα δ αὐτῶν οἱό῀ν τε ἀπομνημονεῦσαι ἐν τοῖς ἱεροῖς καὶ ταῦτα ἔνεστι λόγοις. ἀλλὰ καὶ σοφίσματα πυκτικὰ πύκτῃ τινὶ τῶν ἐφ ἡμῶν ἐγκαθεύδοντι προειπεῖν λέγεται τὸν θεόν: οἷς ἔδει χρησάμενον καταβαλεῖν τινα τῶν πάνυ λαμπρῶν ἀνταγωνιστῶν. μαθήματα δὲ ἡμῖν γε καὶ μέλη καὶ λόγων ὑποθέσεις καὶ πρὸς τούτοις ἐννοήματα αὐτὰ καὶ τὴν λέξιν, ὥσπερ οἱ τοῖς παισὶ τὰ γράμματα. ἐπιθεὶς τοίνυν ὥσπερ κεφάλαιον τῶν εὐεργεσιῶν τοῦ θεοῦ καὶ δὴ κατακλείσω τὸν λόγον ἐνταῦθά που. ἐμοὶ γὰρ, ὦ δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα, ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기