- 텍스트

Aristides, Aelius, Orationes, Ἡρακλῆς? 5:

(아리스티데스, 아일리오스, 연설, Ἡρακλῆς 5:)

ὧν οἱ μὲν τὴν Πελοπόννησον ἐκόσμησαν μένοντες, οἱ δ Ἰταλίαν καὶ Σικελίαν εἰς τοσοῦτον σχήματος προὐβίβασαν. ἕτεροι δὲ εἰς τὴν Ἀσίαν περαιωθέντες τὰς ταύτῃ πόλεις Δωριέων ᾤκισάν τε καὶ διῴκησαν. ἐοίκε δὲ καὶ ἡ τῶν Λακεδαιμονίων πόλις εἰκών τις Ἡρακλέους γενέσθαι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι: καὶ μάλα γε εἰκότως. οἱ γὰρ Λεωνίδαι καὶ οἱ Λεωτυχίδαι καὶ Ἀρχίδαμοι καὶ Ἀγησίλαοι καὶ Ἄγιδες καὶ πρὸ τούτων ὁ τοὺς νόμους θεὶς αὐτοῖς Λυκοῦργος, πάντες οὗτοι τῆς Ἡρακλέους εἰσὶν ἀπορροῆς, οἳ ἐκείνους εἴθισαν ὀλίγους μὲν ὄντας ἀντὶ πολλῶν εἶναι, προΐστασθαι δὲ τῶν ἐν χρείᾳ πάντων ἀμισθὶ, στρατηγὸν δὲ Σπαρτιάτην πλέον ποιεῖν ἢ στράτευμα ἑτέρων. οὕτω καὶ δι αὑτοῦ καὶ διὰ τῶν ἐκγόνων ἀρετῆς ὡσπερεὶ πηγὰς τοῖς Ἕλλησιν ἐμηχανήσατο, καὶ τοῖς μὲν ἀσκεῖν τὰ κάλλιστα, τοῖς δὲ ἔχειν ὑφ ὧν σωθήσονται παρεσκεύασεν. οὐ τοίνυν ἐπὶ πράξεσι μόνον καὶ ἀγῶσιν ἔχοι τις ἂν Ἡρακλέους μνημονεύειν, ἀλλὰ κἀν ταῖς εὐθυμίαις τοῦ βίου πολλοῦ τινος ἄξιος. δηλοῖ δὲ τῶν ἀγαλμάτων αὐτοῦ τὰ πίνοντα. μοῖραν δ ἔλαχε θαυμαστὴν παρὰ πάντων θεῶν, ὅν γε δὴ Ζεὺς μὲν εἰς φῶς ἤγαγεν, Ἀθηνᾶ δὲ παραλαβοῦσα ἐπετρόπευσε καὶ τοὺς ἄθλους ἐξηγεῖτο, Ἀφροδίτη δὲ καὶ Διόνυσος ἠσπάζοντο καὶ τὰς ἀναπαύσεις τῶν πόνων ἀξίως ἐδωροῦντο. Ἥρας δὲ κηδεία καὶ Ἥβης γάμος ἀρχαῖα λέγειν. τοσοῦτον γὰρ, ὡς ἐοίκεν, αὐτῷ τὸ τῆς ῥώμης ἀπεδόθη ὥστε πάντων θεῶν ἀκμήτων ὄντων δι αἰῶνος, διαφερόντως Ἡρακλῆς δοκεῖ τὴν ἥβην ἔχειν. ἀλλὰ μὴν Ἑρμοῦ γε καὶ Ἡρακλέους ἔστι νῦν ἀγάλματα κοινά: πρὸς τοσοῦτον ἥκουσι τῆς ἑταιρίας. ἴδοις δ ἂν καὶ ἐν ὄρεσι μέσοις Ἡρακλέα παρὰ μητρὶ θεῶν καὶ ἐν ἄστεσι καὶ πάλιν αὖ σὺν Διοσκούροις. λουτρῶν τε τὰ ἥδιστα Ἡράκλεια ἐπωνυμίαν ἔχοντά ἐστι: χωρὶς δὲ πηγαὶ ποταμίων ὑδάτων ἐπώνυμοι καὶ αὐταὶ τοῦ θεοῦ. τοσαύτην παρὰ ταῖς Νύμφαις εἴληχε τὴν προεδρίαν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION