- 텍스트

Aristides, Aelius, Orationes, Ἡρακλῆς? 3:

(아리스티데스, 아일리오스, 연설, Ἡρακλῆς 3:)

δοκεῖν δέ μοι καὶ τὴν ἔξω θάλατταν πρὸς τὴν εἴσω πρῶτος ὡρίσατο, προμνώμενος τοῖς Ἕλλησι πάντα τοῦτον τὸν τόπον ὡς οἰκεῖον οἰκίζειν, καὶ τῶν στηλῶν τοῦτ εἶναι τὸ βούλημα, ἃς ἔτι νῦν Ἡρακλέους ὀνομάζομεν. οὐ μόνον δὲ τοῖς ὑφ Ἑλλήνων λεγομένοις ἀκολουθῶν ἄν τις γνοίη τὴν ἐκείνου φύσιν καὶ ὅτι κρείττων ἢ κατ ἀνθρώπους ἐγένετο, ἀλλ ἴσμεν Αἰγυπτίους ὅσον τινὰ ἄγουσι θεὸν Ἡρακλέα καὶ Τυρίους ὅτι πρῶτον σέβουσι θεῶν. καίτοι εἰ μὲν ἅπαντες τὸν αὐτὸν νομίζοντες οὕτω τιμῶσι, τί μεῖζον ἂν εἴποι τις σύμβολον τῆς δυνάμεως· εἰ δ οἱ μὲν ὡς ἕνα τῶν πρεσβυτάτων θεῶν νομίζουσιν, ἡμεῖς δ ὡς ὅμοιον ἐκείνῳ τοῦτον τῆς αὐτῆς ἠξιώκαμεν τιμῆς, καὶ οὕτω κρείττων ἢ κατ ἄνθρωπον γεγονὼς δείκνυται. δῆλα δὲ καὶ ταῖς τοῦ θεοῦ μαντείαις. ἐπειδὴ γὰρ ἀπῆλθεν ἐξ ἀνθρώπων Ἡρακλῆς καθαρθεὶς ὃν λέγεται τρόπον, εὐθὺς ἐξηγεῖτο νεώς τε Ἡρακλέους ἱδρύεσθαι καὶ θύειν ὡς θεῷ: καὶ ταῦτα μέντοι πρὸς τὴν τῶν Ἀθηναίων φράζων πόλιν, ἣ καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας καὶ τῶν ἄλλων τῶν σπουδαιοτάτων ὥσπερ ἡγεμὼν τοῖς ἅπασιν ὑπῆρχεν. ἔτι δ αὐτῇ καὶ φιλίας συμβόλαια πρὸς Ἡρακλέα πάμπολλα ὑπῆρχεν ἄλλα τε καὶ ὅτι πρῶτον ξένον ἐμύησεν, ἑώς ἦν ἐν ἀνθρώποις. καὶ τοσοῦτόν γε τὸ ἐναργὲς τῆς σπουδῆς ἐγένετο καὶ οὕτω σφόδρα τῆς κρείττονος μοίρας ἐκρίθη τὸ ἐκείνου πρᾶγμα ὥστε καὶ ὅσα Θήσεια ἦν κατὰ δήμους, ἅπαντα μετεσκεύασαν καὶ κατέστησαν Ἡράκλεια ἀντὶ Θησείων, νομίσαντες Θησέα μὲν ἄριστον εἶναι τῶν πολιτῶν, Ἡρακλέα δὲ ὑπὲρ ἀνθρώπου φύσιν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION