- 텍스트

Aristides, Aelius, Orationes, Διόνυσος? 3:

(아리스티데스, 아일리오스, 연설, Διόνυσος 3:)

καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν. καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων. Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰνιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἑώ τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα. Βάκχαι δὲ καὶ ἀνθ ἱππέων αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρατόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θηλύνειν μᾶλλον ἢ τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστάναι Διονυσιακόν: οὕτω μέγας καὶ πολύτροπος καὶ παναρμόνιός ἐστι. δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοινωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνεται: καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γενόμενος. κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις. ὃ δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ. οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει. Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχόρευσέ τε καὶ χορεύει κατ ἀνθρώπους, ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων, καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος ᾖ τὸ πρίν. ὁ δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳδεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος. οὕτως πᾶν δρᾶν ὁ θεὸς πεφυκώς ἐστιν. ὁ δὲ θαυμαστὸς ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμενος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδ ἔργα οὐδ εὐναί. νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲν ἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION