호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος ἀλλ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι. ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι. ἔστι δὲ οὐδὲ ταῦτα καθ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα. ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν. καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους. Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον. θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ δι αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων. καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἑώς ἐν γῇ μόνον ἦν· τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι· ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι· ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기