- 텍스트

Aristides, Aelius, Orationes, εἰς Δία? 7:

(아리스티데스, 아일리오스, 연설, εἰς Δία 7:)

καὶ ἡ ἡλίου τε ἄπαυστος κίνησις ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆν Διός ἐστι πρόρρησις ἡλίῳ προειρημένη ὑπὲρ τῆς τοῦ παντὸς κόσμου φανότητος, καὶ σελήνης δρόμοι καὶ χορεῖαι πάντων ἄστρων Διός ἐστι διάκοσμος: ὅ τε τῆς περίρρους Ὠκεανὸς ἐκ Διὸς ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, οὕτω καὶ μένει τοὺς ἑαυτοῦ φυλάττων ὁρ´ους. ὡρ῀αί τε καθ ἕκαστον ἔτος ἐκ περιτροπῆς γῆν τὴν πᾶσαν ἐπέρχονται. καὶ ὁ πᾶς χρόνος εἰς ἡμέραν καὶ νύκτα μερισθεὶς πρέποντα τῷ καιρῷ τὰ ἑκατέρων ἔχει μήκη, ἀναπαύσεις τε καὶ τοὺς πόνους, ὡς δὴ ἁρμόττει, πλείους ἢ ἐλάττους παρεχόμενος: ἥ τε οὐρανοῦ καὶ ὄμβρου συνουσία Διός: καὶ Ἀπόλλων ἀνθρώποις χρησμῳδεῖ Διὸς νημερτέα βουλὴν, καὶ Ἀσκληπιὸς ἰᾶται, Ἀθηνᾶ τε Ἐργάνη Διὸς γνώμῃ ταύτην εἴληχε τὴν τάξιν, καὶ Ἥρα γαμηλία, καὶ Ἄρτεμις λοχία καὶ κυνηγέτις εὐεργετοῦσιν ἀνθρώπους, τὴν τοῦ μεγάλου σώζουσαι πάντων εὐεργέτου γνώμην. Πᾶνές τε ὀρῶν ἔνοικοι καὶ Νύμφαι ναμάτων ἐπίσκοποι σὺν Διὶ τὴν κληρουχίαν ἔχουσι. Ποσειδῶν τε καὶ Διόσκουροι σώζουσι τοὺς πλέοντας, πειθόμενοι Διὶ, καὶ Μοῦσαι μουσικὴν εὑρ῀ον καὶ κατέδειξαν Διὸς βουληθέντος εἶναι Μούσας καὶ μουσικὴν, θεῶν ἅμα καὶ ἀνθρώπων ἕνεκα. καὶ πάντα δὲ πανταχοῦ Διὸς μεστὰ καὶ πᾶσιν ἐφ ἑκάστης πράξεως παρίδρυται, ὥσπερ οἱ διδάσκαλοι τοῖς παισὶ καὶ οἱ παραβάται τοῖς ἡνιόχοις. καὶ ἁπάντων θεῶν εὐεργεσίαι Διός εἰσιν ἔργον, καὶ πάντες ἀνθρώπων ἐπιμελοῦνται, τὴν ὑπὸ τούτου παραδοθεῖσαν τάξιν φυλάττοντες, οἱο῀ν ἐν στρατοπέδῳ συμπάντων στρατηγοῦ. μοῖράν τε ἣν ἂν νείμῃ ἐπίσταται εἰκότως. δίδωσι γὰρ αὐτὸς καὶ τοῦτ ἔστιν ἄφυκτος εἱμαρμένη, ὅ τι ἂν ἑκάστῳ νείμῃ Ζεὺς, οὗ πάντα τὰ ὄντα γεννήματα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION