- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 9

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 9)

καὶ ὁ Δημόκριτος ἀλλ ἵνα κἀγώ, φησίν, μνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι , καὶ τὸν λόγον τοῦτον ἀνέγραψε Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων σὺ δέ, ὦ Θεόδωρε τοῦτο γάρ σου τὸ κύριον ὄνομα, δέχου τήνδε προπινομένην τὴν ἀπ ἐμοῦ ποίησιν.? ἐγὼ δ ἐπιδέξια πέμπω σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας. "διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται·

φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους, ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες· ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ.

τοιοῦτος δ ἐστὶν ὁ ἔρως: οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται: εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἰέται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος: τοῦτο δ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας, τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ,2 τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ:

δι ὃ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον,1 ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες᾿, τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους· ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἐοίκεν,4 στεφανουμένους περιρρεῖν αὑτῶν τὸν στέφανον, ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρρέοντος εἰ μὴ ἤρων· ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους·

καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται:

χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν, καθαπερεί τινος θεοῦ τὰ πρόθυρα,9 ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν, ὡς τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσιν. διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις: ἢ μᾶλλον ὑφ ὧν οἰόνταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, καὶ τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι, καὶ σκυλεύοντες ἑαυτοὺς, ἀνατιθέασιν. πᾶς δ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν παρόντος μὴ παρόντος δὲ τοῦ ἐρωμένου τῷ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν.

ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα: τόδ ἀνατίθημί σοι ῥόδον, καλὸν ἀνάθημα: ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.

5 ἀλλὰ μὴν καὶ ὁ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION