- ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρατον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπιγράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες περὶ τῶν συμμοριῶν: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 45)
(디오니시오스, Ad Ammaeum, chapter 45)
- ἀξιόπιστον δὲ καὶ ὅ τι ἂν ἄλλος εἴποι ἐναντιούμενός σοι τοῦτο αὐτὸ προλαβόντα εἰπεῖν, οἱο῀ν ἐν τῷ περὶ συμμοριῶν ὃ μὲν διοικεῖται ἐστίν, ὅτι δεῖ ἐναντιωθῆναι τοῖς βασιλεῖ πολεμεῖν συμβουλεύουσιν: (Aristides, Aelius, Ars Rhetorica, , 11:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 11:1)
- Ψήφισμα τούτου τοίνυν τοῦ ψηφίσματος γεγενημένου, ἡ μὲν ἀρχὴ ἐπεκλήρωσεν καὶ παρέδωκε τοὺς ὀφείλοντας τὰ σκεύη τῇ πόλει, οἱ δὲ τῶν νεωρίων ἐπιμεληταὶ τοῖς τριηράρχοις τοῖς ἐκπλέουσιν τότε καὶ τοῖς ἐπιμεληταῖς τοῖς ἐν ταῖς συμμορίαις. (Demosthenes, Speeches 41-50, 26:6)
(데모스테네스, Speeches 41-50, 26:6)
- ὁ δὲ νόμος ὁ τοῦ Περιάνδρου ἠνάγκαζεν καὶ προσέταττεν παραλαβεῖν τοὺς ὀφείλοντας τὰ σκεύη, καθ ὃν αἱ συμμορίαι συνετάχθησαν. (Demosthenes, Speeches 41-50, 28:1)
(데모스테네스, Speeches 41-50, 28:1)
- περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 63 6:2)
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 63 6:2)
- ἔτυχον δὴ ἐγὼ μὲν τριηραρχῶν καὶ ἐπιμελητὴς ὢν τῆς συμμορίας, Δημοχάρης δὲ ὁ Παιανιεὺς ἐν τῇ συμμορίᾳ ὢν καὶ ὀφείλων τῇ πόλει σκεύη μετὰ Θεοφήμου τουτουί, συντριήραρχος γενόμενος. (Demosthenes, Speeches 41-50, 29:1)
(데모스테네스, Speeches 41-50, 29:1)
- τὸν ἅπαντ ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας, κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε, καὶ τῶν τρίτων ἑκατὸν πένθ ἑκάστῳ μέρει διδόντας, εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν, τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις. (Demosthenes, Speeches 11-20, 21:2)
(데모스테네스, Speeches 11-20, 21:2)
- ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 5:2)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 5:2)
- δευτέρα δ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλ ἐλάττονα: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 6:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 6:1)
- οἱ δ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπ ἐκείνοις καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ αὐτῶν ἔφερον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 7:2)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 7:2)