- τῶν δ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι. (Plutarch, Publicola, chapter 20 2:2)
(플루타르코스, Publicola, chapter 20 2:2)
- καὶ ταῦτ, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, - ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, - ἀλλ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 40 7:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 40 7:1)
- οὕτω δ ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δ ἡ τῶν ὄχλων, ὥσθ οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτ αὐτοῖς ὑπὸ τῶν πατρικίων, ἢ καταλείψοντες τὴν πόλιν ὡς πρότερον, ἢ διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 61 3:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 61 3:1)
- καὶ οὐδ ἐνταῦθα ἔστη τῆς ἐξουσίας ὁ τῶν Ῥωμαίων νομοθέτης, ἀλλὰ καὶ πωλεῖν ἐφῆκε τὸν υἱὸν τῷ πατρί, οὐδὲν ἐπιστραφεὶς εἴ τις ὠμὸν ὑπολήψεται τὸ συγχώρημα καὶ βαρύτερον ἢ κατὰ τὴν φυσικὴν συμπάθειαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 27 1:1)
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 27 1:1)
- νόμου μὲν δὴ συγχωρήματι τῷδε ἰσχυριζόμενοι καὶ διὰ τοῦτο παρακινδυνεύσαντες ὑφ ὑμῖν γενέσθαι δικασταῖς ἥκομεν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 41 5:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 41 5:1)
- ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 49 6:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 49 6:1)
- ἔπειτ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ κατηγορήσῃ πᾶσι Ῥωμαίοις. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 4 1:2)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 4 1:2)