- 텍스트

Euripides, Iphigenia in Tauris, episode, lyric 1:

(에우리피데스, Iphigenia in Tauris, episode, lyric 1:)

ὦ μελέα δεινᾶς τόλμας.? δείν ἔτλαν δείν ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ ὀλίγον ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν δαϊχθεὶς χερῶν. ἁ δ ἐπ αὐτοῖσι τίς τελευτά· τίς τύχα μοι συγχωρήσει· τίνα σοι πόρον εὑρομένα - πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω πατρίδ ἐς Ἀργείαν, πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι· τόδε τόδε σόν, ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν. πότερον κατὰ χέρσον, οὐχὶ ναΐ - · ἀλλὰ ποδῶν ῥιπᾷ θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα καὶ δι ὁδοὺς ἀνόδους στείχων: διὰ κυανέας μὴν στενοπόρου πέτρας μακρὰ κέλευθα να- ΐοισιν δρασμοῖς. τάλαινα, τάλαινα. τίς ἂν οὖν τάδ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ τί τῶν ἀδοκήτων, πόρον ἄπορον ἐξανύσας, δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν <φαίνοι> κακῶν ἔκλυσιν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION