θέατρον?
Second declension Noun; Neuter
자동번역
Transliteration: theatron
Principal Part:
θέατρον
θεάτρου
Structure:
θεατρ
(Stem)
+
ον
(Ending)
Sense
- theatre, gathering place
- play, spectacle
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων παραδειγμάτων ἐπὶ σέ, ἀλλ᾿ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι τραγῳδοῦντες, ἐκπίπτοντες καὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ: (Lucian, Apologia 13:2)
- τούτοις ἅπασι προεκπλήξας τὸ θέατρον καὶ θαυμαστῆς ἐλπίδος ἐμπλήσας τοὺς θεατάς, ἐπειδή ποτε καὶ ᾆσαι καὶ κιθαρίσαι πάντως ἔδει, ἀνακρούεται μὲν ἀνάρμοστόν τι καὶ ἀσύντακτον, ἀπορρήγνυσι δὲ τρεῖς ἅμα χορδὰς σφοδρότερον τοῦ δέοντος ἐμπεσὼν τῇ κιθάρᾳ, ᾄδειν δὲ ἄρχεται ἀπόμουσόν τι καὶ λεπτόν, ὥστε γέλωτα μὲν παρὰ πάντων γενέσθαι τῶν θεατῶν, τοὺς ἀθλοθέτας δὲ ἀγανακτήσαντας ἐπὶ τῇ τόλμῃ μαστιγώσαντας αὐτὸν ἐκβαλεῖν τοῦ θεάτρου: (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 9:3)
- ποῦ γὰρ ἂν εὑρεθείη ἢ θέατρον ἢ στάδιον οὕτω μέγα, ἐν ᾧ πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν· (Lucian, Harmonides 4:2)
- σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν. (Lucian, Harmonides 5:2)
- ὥστε λόγῳ μὲν ἐφ᾿ ἑνὸς ἀνδρὸς ἀναρρίψομεν τὸν κύβον, τὸ δ᾿ ἀληθὲς ὥσπερ ἂν εἰ τοὺς ἁπανταχόθεν ἀνθρώπους συγκαλέσας εἰς κοινὸν θέατρον ἐπιδεικνυοίμην τοὺς λόγους: (Lucian, Harmonides 8:3)
- καὶ μέντοι καὶ εἰς τὸ θέατρον συνάγοντες αὐτοὺς δημοσίᾳ παιδεύομεν ὑπὸ κωμῳδίαις καὶ τραγῳδίαις ἀρετάς τε ἀνδρῶν παλαιῶν καὶ κακίας θεωμένους, ὡς τῶν μὲν ἀποτρέποιντο, ἐπ ἐκεῖνα δὲ σπεύδοιεν. (Lucian, Anacharsis, (no name) 22:3)
- καὶ τὸ θέατρον γοῦν ἅπαν ἐγέλα ἐπ αὐτοῖς: (Lucian, Anacharsis, (no name) 23:5)