호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγρέτου δέ τις τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.? Φιλήμων ἐν Μοιχῷ: ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ ἢ νάβλαν τιν. π. ὁ δὲ νάβλας τί ἐστιν· α οὐκ οἶδας, ἐμβρόντητε σύ· π. μὰ Δία. α. τί φής· οὐκ οἶσθα νάβλαν· οὐδὲν οὖν οἶσθ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν· καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ιὄβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὑρ´ημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α ῾` Ὥρων εὑρ´ημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기