- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

θαλάττιος?

First/Second declension Adjective; 이형 Transliteration: thalattios

Principal Part: θαλάττιος θαλαττία θαλάττιον

Structure: θαλαττι (Stem) + ος (Ending)

Sense

  1. Alternative form of θᾰλᾰ́σσῐος ‎(thalássios)

Examples

  • ἥ τε γὰρ θάλαττα εὐθὺς ἀκύμων ἐγένετο καὶ τὴν γαλήνην ἐπισπασαμένη λείαν παρεῖχεν ἑαυτήν, ἡμεῖς δὲ πάντες ἡσυχίαν ἄγοντες οὐδὲν ἄλλο ἢ θεαταὶ μόνον τῶν γιγνομένων παρηκολουθοῦμεν, Ἔρωτες δὲ παραπετόμενοι μικρὸν ἐκ τῆς θαλάττης, ὡς ἐνίοτε ἄκροις τοῖς ποσὶν ἐπιψαύειν τοῦ ὕδατος, ἡμμένας τὰς δᾷδας φέροντες ᾖδον ἅμα τὸν ὑμέναιον, αἱ Νηρηίδες δὲ ἀναδῦσαι παρίππευον ἐπὶ τῶν δελφίνων ἐπικροτοῦσαι ἡμίγυμνοι αἱ πολλαί, τό τε τῶν Τριτώνων γένος καὶ εἴ τι ἄλλο μὴ φοβερὸν ἰδεῖν τῶν θαλαττίων ἅπαντα περιεχόρευε τὴν παῖδα: (Lucian, Dialogi Marini, zephyrus and notus, chapter 33)
  • Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες, καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα. (Lucian, 12:5)
  • τὸν θαλάττιον λέγεις· (Aristophanes, Plutus, Episode 1:26)
  • "ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθ ἡμᾶς θαλάττῃ. (Athenaeus, The Deipnosophists, Book 8, book 8 1:1)
  • τούτων δὲ ὁ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται: (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 51 3:4)
  • φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δ ἐστὶν ὁ θαλάττιος. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 52 1:1)
  • τὰς πλευρὰς οἱό῀ν περ βατίς, τὰν δ ὀπισθίαν ἔχεις, Θεάγενες, οἱό῀ν περ βάτος, τὰν δὲ κεφαλὰν ὀστέων οἱό῀ν περ ἔλαφος, οὐ βατίς, τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 26 1:2)
  • τρίμορφος γὰρ ἡ θεός, Μελάνθιος δ ἐν τῷ περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 126 1:3)
  • ἐὰν δὲ καὶ πάντων ἐξείργῃ, γενοῦ μοι θαλάττιος τοῦτον τὸν χρόνον, ἐνταῦθ ὁπλίτευσον, προβαλοῦ τὴν ἀσπίδα ἀπὸ τῆς νεὼς, εἰ δ οἱό῀ν τε καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε. (Aristides, Aelius, Orationes, 93:6)

Related

명사

형용사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION