- τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἱο῀ν τὸ ἀποθανεῖν. (Aristides, Aelius, Ars Rhetorica, , 10:6)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 10:6)
- δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴς τε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 33 4:3)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 33 4:3)
- Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ, ᾗ κατωμίζουσιν ἐς ὀρθόν‧ μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα, ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν‧ κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρῃ, οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην‧ αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω, ἢ ἐπὶ τὸν ἕτερον‧ τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα‧ ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω, ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιῤῬέποι τὸ ἄλλο σῶμα αὐτῷ, ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου‧ ἢν δὲ ἄγαν κοῦφος ἐῄ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 4.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 4.1)
- Ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος‧ τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον‧ παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν‧ τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ τοῦ ἑτέρου‧ εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ‧ τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 10.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 10.3)
- Δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν᾿‧ εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 14.21)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 14.21)